macedonius ii
νῆά σοι, ὦ πόντου βασιλεῦ καὶ κοίρανε γαίης,
ἀντίθεμαι Κράντας, μηκέτι τεγγομένην,
νῆα, πολυπλανέων ἀνέμων πτερόν, ἧς ἔπι δειλὸς
πολλάκις ὠισάμην εἰσελάαν Ἀίδῃ:
πάντα δ᾽ ἀπειπάμενος, φόβον, ἐλπίδα, πόντον, ἀέλλας,
πιστὸν ὑπὲρ γαίης ἴχνιον ἡδρασάμην.