menander protector
εἰς Πέρσην μάγον, γενόμενον χριστιανὸν καὶ μαρτυρήσανταἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσβοζήτης,
εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας:
εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι,
ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων
κείνῳ δ᾽ ἐσβέσθη δύναμις πυρός: ἀλλὰ καὶ ἔμπης
νικηθεὶς νίκην ἤνυσα θειοτέρην. [p. 44]