anonymi epigrammatici
Τιμαρέτα πρὸ γάμοιο τὰ τύμπανα, τὴν τ᾽ ἐρατεινὴν
σφαῖραν, τόν τε κόμας ῥύτορα κεκρύφαλον,
τάς τε κόρας, Λιμνᾶτι, κόρᾳ κόρα, ὡς ἐπιεικές,
ἄνθετο, καὶ τὰ κορᾶν ἐνδύματ᾽, Ἀρτέμιδι.
Λατῴα τὺ δὲ παιδὸς ὑπὲρ χέρα Τιμαρετείας
θηκαμένα, σῴζοις τὰν ὁσίαν ὁσίως.