crinagoras
σπήλυγγες Νυμφῶν ἐυπίδακες, αἱ τόσον ὕδωρ
εἴβουσαι σκολιοῦ τοῦδε κατὰ πρεόνος,
Πανὸς τ᾽ ἠχήεσσα πιτυστέπτοιο καλιή,
τὴν ὑπὸ βησσαίης ποσσὶ λέλογχε πέτρης,
ἱερὰ τ᾽ ἀγρευταῖσι γερανδρύου ἀρκεύθοιο
πρέμνα, λιθηλογέες θ᾽ Ἑρμέω ἱδρύσιες,
αὐταί θ᾽ ἱλήκοιτε, καὶ εὐθήροιο δέχεσθε
Σωσάνδρου ταχινῆς σκῦλ᾽ ἐλαφοσσοΐης.