leonidas
Μηλὼ καὶ Σατύρη τανυήλικες, Ἀντιγενείδεω
παῖδες, ταὶ Μουσῶν εὔκολοι ἐργάτιδες:
Μηλὼ μὲν Μούσαις Πιμπληΐσι τοὺς ταχυχειλεῖς
αὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκην
ἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρων
σύγκωμον, κηρῷ ζευξαμένη, δόνακα,
ἡδὺν συριστῆρα, σὺν ᾧ πανεπόρφνιος ἠῶ
ηὔγασεν αὐλείοις οὐ κοτέουσα θύραις.