hedylus
αἱ μίτραι, τὸ θ᾽ ἁλουργὲς ὑπένδυμα, τοί τε Λάκωνες
πέπλοι, καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι,
πάνθ᾽ ἅμα Νικονόῃ † συνέκπιεν: ἦν γὰρ Ἐρώτων
καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος.
τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριήπῳ
νεβρίδα καὶ χρυσέην τήνδ᾽ ἔθετο προχόην.