antipater
κερκίδα τὴν φιλαοιδὸν Ἀθηναίῃ θέτο Βιττὼ
ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης,
εἶπε δέ:
χαῖρε, θεά, καὶ τήνδ᾽ ἔχε: χήρη ἐγὼ γὰρ
τέσσαρας εἰς ἐτέων ἐρχομένη δεκάδας,
ἀρνεῦμαι τὰ σὰ δῶρα: τὰ δ᾽ ἔμπαλι Κύπριδος ἔργων
ἅπτομαι: ὥρης γὰρ κρεῖσσον ὁρῶ τὸ θέλειν.