agathias scholasticus
εἰ καὶ νῦν πολιή σε κατεύνασε, καὶ τὸ θαλυκρὸν
κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης,
ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνούς,
νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας,
μηδ᾽ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα, μηδὲ κομάων
τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι.
ἀντὶ ‘’ πατρὸς τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ,
καὶ νῦν ἐξαπίνης ἀντίπαλος γέγονας.