anonymi epigrammatici
εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας θεοτόκουνεύμασι θεσπεσίοις μετάρσιοι ἤλυθον ἄρδην,
ἐς δόμον ἀχράντοιο ἀμωμήτοιο γυναικὸς
κεκλόμενοι, μαθηταὶ ἀλλήλοισιν αἰγλήεντες,
οἱ μὲν ἀπ᾽ ἀντολίης, οἱ δ᾽ ἑσπερίοισιν γαίης,
ἄλλοι μεσημβρίης, ἕτεροι βαῖνον δ᾽ ἀπ᾽ ἀρκτῴων,
διζήμενοι κηδεῦσαι σῶμα τὸ σωσικόσμοιο.