leonidas
Αὐτονόμα, Μελίτεια, Βοΐσκιον, αἱ Φιλολᾴδεω
καὶ Νικοῦς Κρῆσσαι τρεῖς, ξένε, θυγατέρες,
ἁ μὲν τὸν μιτόεργον ἀειδίνητον ἄτρακτον,
ἁ δὲ τὸν ὀρφνίταν εἰροκόμον τάλαρον,
ἁ δ᾽ ἅμα τὰν πέπλων εὐάτριον ἐργάτιν, ἱστῶν
κερκίδα, τὰν λεχέων Πανελόπας φύλακα,
δῶρον Ἀθαναίᾳ Πανίτιδι τῷδ᾽ ἐνὶ ναῷ
θῆκαν, Ἀθαναίας παυσάμεναι καμάτων.