meleager
τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψε
σκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου ;
οὔτε γὰρ αἰγανέαι περιαγέες, οὔτε τι πήληξ
ἄλλοφος, οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος:
ἀλλ᾽ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳ
οἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα:
οἷς θάλαμον κοσμεῖτε γαμήλιον ὅπλα δὲ λύθρῳ
λειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.