nicarchus i
ἡ πρὶν Ἀθηναίης ὑπὸ κερκίσι καὶ τὰ καθ᾽ ἱστῶν
νήματα Νικαρέτη πολλὰ μιτωσαμένη,
Κύπριδι τὸν κάλαθον τά τε πηνία καὶ τὰ σὺν αὐτοῖς
ἄρμεν᾽ ἐπὶ προδόμου πάντα πυρῆς ἔθετο,
‘ἔρρετε,’ φωνήσασα,
κακῶν λιμηρὰ γυναικῶν
ἔργα, νέον τήκειν ἄνθος ἐπιστάμενα [p. 452]
εἵλετο δὲ στεφάνους καὶ πηκτίδα καὶ μετὰ κώμων
ἡ παῖς τερπνὸν ἔχειν ἐν θαλίαις βίοτον
εἶπε δέ:
παντός σοι δεκάτην ἀπὸ λήμματος οἴσω,
Κύπρι σὺ δ᾽ ἐργασίην καὶ λάβε καὶ μετάδος.