meleager
Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν;
ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;
ἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖ
μναμόσυνον ταύταν ἐξεπόνησε χάριν,
πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς
λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα:
νάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων,
καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω:
σὺν δ᾽ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν
Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως:
τῇ δ᾽ ἅμα καὶ σάμψυχον ἀφ᾽ ἡδυπνόοιο Ῥιανοῦ,
καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,
Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον,
καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον
ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους,
Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος:
βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης,
σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος, [p. 112]
Τύμνεὼ τ᾽ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον
Νικίου, Εὐφήμου τ᾽ ἀμμότροφον πάραλον
ἐν δ᾽ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον
Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,
λυχνίδα τ᾽ Εὐφορίωνος, ἰδ᾽ ἐν Μούσαις κυκλάμινον,
ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.
τῇσι δ᾽ ἅμ᾽ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν,
Πέρσου τ᾽ εὐώδη σχοῖνον ἀμησάμενος,
σὺν δ᾽ ἅμα καὶ γλυκὺ μῆλον ἀπ᾽ ἀκρεμόνων Διοτίμου,
καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,
σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου
τέρμινθον, βλωθρὴν τ᾽ ἀχράδα Σιμμίεω:
ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνου
βαιὰ διακνίζων ἄνθεα Παρθενίδος,
λείψανὰ τ᾽ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων,
ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας:
ἐν δ᾽ ἄρ᾽ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα,
νέκταρος, εἰς δ᾽ ἐλέγους ἄσπορον ἀνθέμιον
ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης
Ἀρχιλόχου, μικρὰς στράγγας ἀπ᾽ ὠκεανοῦ:
τοῖς δ᾽ ἅμ᾽ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης,
ἠδὲ Πολυκλείτου πορφυρέην κύανον.
ἐν δ᾽ ἄρ᾽ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν,
φοίνισσάν τε νέην κύπρον ἀπ᾽ Ἀντιπάτρου:
καὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον,
ὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενον
ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι᾽ ἀρούρης,
Σικελίδεὼ τ᾽ ἀνέμοις ἄνθεα φυόμενα. [p. 114]
ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος
κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον
ἄστρων τ᾽ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκεως
φοίνικος κείρας πρωτογόνους ἕλικας,
λωτὸν τ᾽ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας
Φαιδίμου, Ἀνταγόρου τ᾽ εὔστροφον ὄμμα βοός,
τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ
ἕρπυλλον, κυάμων τ᾽ ἄνθεα Φανίεω,
ἄλλων τ᾽ ἔρνεα πολλὰ νεόγραφα: τοῖς δ᾽ ἅμα Μούσης
καὶ σφετέρης ἔτι που πρώιμα λευκόια.
ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταις
κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.