leonidas
Φεύγεθ᾽ ὑπὲκ καλύβης, σκότιοι μύες: οὔτι πενιχρὴ
μῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω. [p. 462]
αὐτάρκης ὁ πρέσβυς ἔχων ἅλα καὶ δύο κρῖμνα:
ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν.
τῷ τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλόλιχνε,
οὐδ᾽ ἀποδειπνιδίου γευόμενος σκυβάλου;
σπεύδων εἰς ἄλλους οἴκους ἴθι ῾ τἀμὰ δὲ λιτἄ,
ὧν ἄπο πλειοτέρην οἴσεαι ἁρμαλιήν.