crinagoras
βότρυες οἰνοπέπαντοι, ἐυσχίστοιό τε ῥοιῆς
θρύμματα, καὶ ξανθοὶ μυελοὶ ἐκ στροβίλων,
καὶ δειλαὶ δάκνεσθαι ἀμυγδάλαι, ἥ τε μελισσῶν
ἀμβροσίη, πυκναὶ τ᾽ ἰτρινέαι ποπάδες,
καὶ πότιμοι γέλγιθες, ἰδ᾽ † ὑελακύκαδες ὄγχναι,
δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια:
Πανὶ φιλοσκήπωνι καὶ εὐστόρθυγγι Πριήπῳ
ἀντίθεται λιτὴν δαῖτα Φιλοξενίδης.