antipater
λείψανον ἀμφίκλαστον ἁλιπλανέος σκολοπένδρης
τοῦτο κατ᾽ εὐψαμάθου κείμενον ἠϊόνος,
δισσάκι τετρόργυιον, ἅπαν πεφορυγμένον ἀφρῷ,
πολλὰ θαλασσαίῃ ξανθὲν ὑπὸ σπιλάδι,
Ἑρμῶναξ ἐκίχανεν, ὅτε γριπηίδι τέχνῃ
εἷλκε τὸν ἐκ πελάγους ἰχθυόεντα βόλον
εὑρὼν δ᾽ ἠέρτησε Παλαίμονι παιδὶ καὶ Ἰνοῖ,
δαίμοσιν εἰναλίοις δοὺς τέρας εἰνάλιον.