nicarchus ii
τῆς μητρὸς μὴ ἄκουε, Φιλουμένη: ἢν γὰρ ἀπέλθω
καὶ θῶ ἅπαξ ἔξω τὸν πόδα τῆς πόλεως,
τῶν καταπαιζόντων μὴ σχῇς λόγον, ἀλλὰ γ᾽ ἐκείνοις
ἐμπαίξας1᾽, ἄρξαι πλεῖον ἐμοῦ τι ποεῖν
πάντα λίθον κίνει. σαυτὴν τρέφε, καὶ γράφε πρός με
εἰς ποίην ἀκτὴν εὐφρόσυνον γέγονας.
εὐτακτεῖν πειρῶ: τὸ δ᾽ ἐνοίκιον, ἤν τι περισσὸν
γίνηται, καὶ ἐμοὶ φρόντισον ἱμάτιον.
ἢν ἐν γαστρὶ λάβῃς, τέκε, ναὶ τέκε μὴ θορυβηθῇς:
εὑρήσει πόθεν ἔστ᾽, ἐλθὸν ἐς ἡλικίην.