paulus silentiarius
ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ
οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος,
γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων,
αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος.
δέξο με καγχαλόωσα, σοφὴν ὅτι Παλλάδα νικᾷς
νῦν πλέον ἢ τὸ πάρος μήλῳ ἔφ᾽ Ἑσπερίδων.