agathias scholasticus
ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀροτρεὺς
ἀντ᾽ εὐεργεσίης ἄνθετό σοι τεμένη.
‘ βόσκε δ᾽’, ἔφη,
χαίρων τὰ σὰ ποίμνια, καὶ σέο χώρην
δέρκεο τὴν χαλκῷ μηκέτι τεμνομένην.
αἴσιον εὑρήσεις τὸ ἐπαύλιον ἐνθάδε γάρ σοι
ἠχὼ τερπομένη καὶ γάμον ἐκτελέσει.