anonymi epigrammatici
αὐτῷ σοὶ πρὸς Ὄλυμπον ἐμακύναντο κολοσσὸν
τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε,
χάλκεον ἁνίκα κῦμα κατευνάσαντες Ἐνυοῦς
ἔστεψαν πάτραν δυσμενέων ἐνάροις.
οὐ: γὰρ ὑπὲρ πελάγους μόνον † κάτθεσαν, ἀλλὰ
καὶ ἐν γᾷ,
ἁβρὸν ἀδουλώτου φέγγος ἐλευθερίας:
τοῖς γὰρ ἀφ᾽ Ἡρακλῆος ἀεξηθεῖσι γενέθλας
πάτριος ἐν πόντῳ κἠν χθονὶ κοιρανία.