crinagoras
αἰετοῦ ἀγκυλοχείλου ἀκρόπτερον ὀξὺ σιδήρῳ
γλυφθέν, καὶ βαπτῇ πορφύρεον κυάνῳ,
ἤν τι λάθῃ μίμνον μεταδόρπιον ἐντὸς ὀδόντων,
κινῆσαι πρηεῖ κέντρῳ ἐπιστάμενον,
βαιὸν ἀπ᾽ οὐκ ὀλίγης πέμπει φρενός, οἷα δὲ δαιτὸς
δῶρον, ὁ πᾶς ἐπὶ σοί, Λεύκιε, Κριναγόρης.