paulus silentiarius
Πρόκριτός ἐστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης
πάσης: ἱμείρω δ᾽ ἀμφὶς ἔχειν παλάμαις
μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις,
ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης.
σὸν γὰρ ἔτι φθινόττωρον ὑπέρτερον εἴαρος ἄλλης,
χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος.