paulus silentiarius
Γυρὸν κυανέης μόλιβον σημάντορα γραμμῆς,
καὶ σκληρῶν ἀκόνην τρηχαλέην καλάμων,
καὶ πλατὺν ὀξυντῆρα μεσοσχιδέων δονακήων,
καὶ κανόνα γραμμῆς ἰθυπόρου ταμίην,
καὶ χρόνιον γλυπτοῖσι μέλαν πεφυλαγμένον ἄντροις,
καὶ γλυφίδας καλάμων ἄκρα μελαινομένων
Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνῳ ἐκκρεμὲς ἤδη
ἦλθε κατ᾽ ὀφθαλμῶν ῥυσὸν ἐπισκύνιον.