archias
σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι
τρίζυγες ἐκ τρισσῆς θέντο λινοστασίης:
δίκτυα μὲν Δᾶμις θηρῶν, Πίγρης δὲ πετηνῶν
λαιμοπέδας, Κλείτωρ δ᾽ εἰναλίφοιτα λίνα:
ὧν τὸν μὲν καὶ ἐσαῦθις ἐν ἠέρι, τὸν δ᾽ ἔτι θείης
εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.