Julianus
αὔλακας ἰθυπόρων γραφίδων κύκλοισι χαράσσων
ἄνθεμά σοι τροχόεις οὗτος ἐμὸς μόλιβος,
καὶ μολίβῳ χρωστῆρι κανὼν τύπον ὀρθὸν ὀπάζων,
καὶ λίθος εὐσχιδέων θηγαλέη καλάμων,
σὺν καλάμοις ἄγγος τε μελανδόκον, οἷσι φυλάσσει
αἰὼν ἐσσομένοις γῆρυν ἀποιχομένων. [p. 336]
δέχνυσο καὶ γλυπτῆρα σιδήρεον ᾧ θρασὺς Ἄρης
σὺν Μούσαις ἰδίην δῶκε διακτορίην,
Ἑρμείη: σὰ γὰρ ὅπλα: σὺ δ᾽ ἀδρανέος Φιλοδήμου
ἴθυνε ζωήν, λειπομένοιο βίου.