nicaenetus
ἡρῷσσαι Λιβύων, ὄρος ἄκριτον αἵτε νέμεσθε,
αἰγίδι καὶ στρεπτοῖς ζωσάμεναι θυσάνοις,
τέκνα θεῶν, δέξασθε Φιλήτιδος ἱερὰ ταῦτα
δράγματα καὶ χλωροὺς ἐκ καλάμης στεφάνους,
ἅσς1᾽ ἀπὸ λικμητοῦ δεκατεύεται: ἀλλὰ καὶ οὕτως
ἡρῷσσαι Λιβύων χαίρετε δεσπότιδες.