antonius thallus
ἀσπίδα μὲν Πρόμαχος, τὰ δὲ δούρατα θῆκεν Ἀκοντεύς,
τὸ ξίφος Εὐμήδης, τόξα δὲ ταῦτα Κύδων,
Ἱππομέδων τὰ χαλινά, κόρυν δ᾽ ἀνέθηκε Μελάντας,
κνημῖδας Νίκων, κοντὸν Ἀριστόμαχος,
τὸν θώρηκα Φιλῖνος: ἀεὶ δ᾽, Ἆρες Ἆροτολοιγέ,
σκῦλα φέρειν δῴης πᾶσιν ἀπ᾽ ἀντιπάλων.