paulus silentiarius
δηθύνει Κλεόφαντις: ὁ δὲ τρίτος ἄρχεται ἤδη
λύχνος ὑποκλάζειν ἦκα μαραινόμενος.
αἴθε δὲ καὶ κραδίης πυρσὸς συναπέσβετο λύχνῳ,
μηδὲ μ᾽ ὑπ᾽ ἀγρύπνοις δηρὸν ἔκαιε πόθοις.
ἆ. πόσα τὴν Κυθέρειαν ἐπώμοσεν ἕσπερος ἥξειν,
ἀλλ᾽ οὔτ᾽ ἀνθρώπων φείδεται, οὔτε θεῶν.