meleager
οὐκέτι, Τιμάριον, τὸ πρὶν γλαφυροῖο κέλητος
πῆγμα φέρει πλωτὸν Κύπριδος εἰρεσίην:
ἀλλ᾽ ἐπὶ μὲν νώτοισι μετάφρενον, ὡς κέρας ἱστῷ,
κυρτοῦται, πολιὸς δ᾽ ἐκλέλυται πρότονος:
ἱστία δ᾽ αἰωρητὰ χαλᾷ σπαδονίσματα μαστῶν
ἐκ δὲ σάλου στρεπτὰς γαστρὸς ἔχει ῥυτίδας:
νέρθε δὲ πάνθ᾽ ὑπέραντλα νεώς, κοίλῃ δὲ θάλασσα
πλημμύρει, γόνασιν δ᾽ ἔντρομός ἐστι σάλος.
δύστανός τοι ζωὸς ἔτ᾽ ὢν Ἀχερουσίδα λίμνην
πλεύσετ᾽ ἄνωθ᾽ ἐπιβὰς γραὸς ἐπ᾽ εἰκοσόρῳ. [p. 230]