apollonides
Τρῖγλαν ἀπ᾽ ἀνθρακιῆς καὶ φυκίδα σοί, λιμενῖτι
Ἄρτεμι, δωρεῦμαι Μῆνις ὁ δικτυβόλος,
καὶ ζωρόν, κεράσας ἰσοχειλέα, καὶ τρύφος ἄρτου,
αὖον ἐπιθραύσας, τὴν πενιχρὴν θυσίην
ἀνθ᾽ ἧς μοι πλησθέντα δίδου θηράμασιν αἰὲν
δίκτυα: σοὶ δέδοται πάντα, μάκαιρα, λίνα.