philodemus
ἡ κομψή, μεῖνόν με. τί σοι καλὸν οὔνομα,; ποῦ σε
ἔστιν ἰδεῖν; ὃ θέλεις δώσομεν. οὐδὲ λαλεῖς.
ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε;
ὦ σοβαρή, ὑγίαιν᾽. οὐδ᾽ ‘ὑγίαινε ’ λέγεις; καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι: οἶδα μαλάσσειν
καὶ σοῦ σκληροτέρας. νῦν δ᾽ ὑγίαινε, γύναι.