Julianus
ἱμερτὴ Μαρίη μεγαλίζεται: ἀλλὰ μετέλθοις
κείνης, πότνα Δίκη, κόμπον ἀγηνορίης: [p. 288]
μὴ θανάτῳ, βασίλεια: τὸ δ᾽ ἔμπαλιν, ἐς τρίχας ἥξοι
γήραος, ἐς ῥυτίδας σκληρὸν ἵκοιτο ῥέθος
τίσειαν πολιαὶ τάδε δάκρυα: κάλλος ὑπόσχοι
ψυχῆς ἀμπλακίην, αἴτιον ἀμπλακίης.