pseudo-lucianus
αἱ τρισσαί τοι ταῦτα τὰ παίγνια θῆκαν ἑταῖραι,
Κύπρι μάκαιρ᾽, ἄλλης ἄλλη ἀπ᾽ ἐργασίης:
ὧν ἀπὸ μὲν πυγῆς Εὐφρὼ τάδε, ταῦτα δὲ Κλειὼ
ὡς θέμις, ἡ τριτάτη δ᾽ Ἀτθὶς ἀπ᾽ οὐρανίων.
ἀνθ᾽ ὧν τῇ μὲν πέμπε τὰ παιδικά, δεσπότι, κέρδη,
τῇ δὲ τὰ θηλείης, τῇ δὲ τὰ μηδετέρης.