phanias
Ἀκτῖτ᾽ ὦ καλαμευτά, ποτὶ ξερὸν ἔλθ᾽ ἀπὸ πέτρας,
καί με λάβ᾽ εὐάρχαν πρώιον ἐμπολέα.
αἴτε σὺ γ᾽ ἐν κύρτῳ μελανουρίδας, αἴτε τιν᾽ ἀγρεῖς
μορμύρον, ἢ κίχλην, ἢ σπάρον, ἢ σμαρίδα,
αἴσιον αὐδάσεις με τὸν οὐ κρέας, ἀλλὰ θάλασσαν
τιμῶντα, ψαφαροῦ κλάσματος εἰς ἀπάταν.
χαλκίδας ἢν δὲ φέρῃς φιλακανθίδας, ἤ τινα θρίσσαν,
εὐάγρει: λιθίναν οὐ γὰρ ἔχω φάρυγα.