macedonius ii
τὸν κύνα, τὸν πάσης κρατερῆς ἐπιΐδμονα θήρης,
ἔξεσε μὲν Λεύκων, ἄνθετο δ᾽ Ἀλκιμένης.
Ἀλκιμένης δ᾽ οὐχ εὗρε τί μέμψεται: ὡς δ᾽ ἴδ᾽ ὁμοίην
εἰκόνα παντοίῳ σχήματι φαινομένην,
κλοιὸν ἔχων πέλας ἦλθε, λέγων Λεύκωνι κελεύειν
τῷ κυνὶ καὶ βαίνειν πεῖθε γὰρ ὡς ὑλάων.