hedylus
Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους
γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι,
Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕν᾽ ἑκάστη,
γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον.
ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης
φεύγετε: Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.