meleager
Ἀνθοδίαιτε μέλισσα, τί μοι χροὸς Ἡλιοδώρας
ψαύεις, ἐκπρολιποῦς1᾽ εἰαρινὰς κάλυκας;
ἦ σύ γε μηνύεις ὅτι καὶ γλυκὺ καὶ δυσύποιστον,
πικρὸν ἀεὶ κραδίᾳ, κέντρον Ἔρωτος ἔχει;
ναὶ δοκέω, τοῦτ᾽ εἶπας. ἰώ, φιλέραστε, παλίμπους
στεῖχε: πάλαι τὴν σὴν οἴδαμεν ἀγγελίην. [p. 206]