macedonius ii
τὴν κιθάρην Εὔμολπος ἐπὶ τριπόδων ποτὲ Φοίβῳ
ἄνθετο, γηραλέην χεῖρ᾽ ἐπιμεμφόμενος,
εἶπε δέ:
μὴ ψαύσαιμι λύρης ἔτι, μηδ᾽ ἐθελήσω
τῆς πάρος ἁρμονίης ἐμμελέτημα φέρειν .
ἠϊθέοις μελέτω κιθάρης μίτος: ἀντὶ δὲ πλήκτρου
σκηπανίῳ τρομερὰς χεῖρας ἐρεισάμεθα.