agathias scholasticus
εἰμί μὲν οὐ φιλόοινος: ὅταν δ᾽ ἐθέλῃς με μεθύσσαι,
πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.
εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν
εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον
πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα,
καί μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.