agathias scholasticus
σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ,
πείραζον κραδίην πλάσματι κερδαλέῳ:
βήσομαι ἐς ξείνην τινά που χθόνα: μίμνε δέ, κούρη,
ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.
ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο, καὶ τὸ πρόσωπον
πλῆξε, καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,
καί με μένειν ἱκέτευεν ἐγὼ δέ τις ὡς βραδυπειθὴς
ὄμματι θρυπτομένῳ συγκατένευσα μόνον.
ὄλβιος ἐς πόθον εἰμί: τὸ γὰρ μενέαινον ἀνύσσαι
πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν. [p. 280]