Julianus
Ἀκλινέας γραφίδεσσιν ἀπιθύνοντα πορείας
τόνδε μόλιβδον ἄγων, καὶ μολίβου κανόνα
σύνδρομον ἡνιοχῆα, πολυτρήτου τ᾽ ἀπὸ πέτρης
λᾶαν, ὃς ἀμβλεῖαν θῆγε γένυν καλάμου,
σὺν δ᾽ αὐτοῖς καλάμοισι μέλαν, μυστήρια φωνῆς
ἀνδρομέης, σμίλης τ᾽ ὀξυτόμον κοπίδα,
Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνος ὄμματος αὐγὴν
ἀμβλύνας παλάμῃ δῶκεν ἐλευθερίην.