paulus silentiarius
φεῦ φεῦ, καὶ τὸ λάλημα τὸ μείλιχον ὁ φθόνος εἴργει,
βλέμμα τε λαθριδίως φθεγγομένων βλεφάρων:
ἱσταμένης δ᾽ ἄγχιστα τεθήπαμεν ὄμμα γεραιῆς,
οἷα πολύγληνον βουκόλον Ἰναχίης.
ἵστασο, καὶ σκοπίαζε, μάτην δὲ σὸν ἦτορ ἀμύσσου:
οὐ γὰρ ἐπὶ ψυχῆς ὄμμα τεὸν τανύσεις. [p. 264]