philippus 1
ἡ γρῆϋς ἡ χερνῆτις, ἡ γυιὴ πόδας,
πύστιν κατ᾽ ἐσθλὴν ὕδατος παιωνίου ,
ἦλθέν ποθερπύζουσα σὺν δρυὸς ξύλῳ,
τό μιν διεσκήριπτε τὴν τετρωμένην:
οἶκτος δὲ Νύμφας εἷλεν, αἵτ᾽ ἐριβρόμου
Αἴτνης παρωρείῃσι Συμαίθου πατρὸς
ἔχουσι δινήεντος ὑγρὸν οἰκίον.
καὶ τῆς μὲν ἀμφίχωλον ἀρτεμὲς σκέλος
θερμὴ διεστήριξεν Αἰτναίη λιβάς:
νύμφαις δ᾽ ἔλειπε βάκτρον, αἵτ᾽ ἐπῄνεσαν
πέμπειν μιν ἀστήρικτον, ἡσθείσαις δόσει. [p. 404]