cornelius long(in)us
ἐκ πενίης, ὡς οἶσθ᾽, ἀκραιφνέος ἀλλὰ δικαίης,
Κύπρις, ταῦτα δέχευ δῶρα Λεωνίδεω:
πορφυρέην ταύτην ἐπιφυλλίδα, τὴν θ᾽ ἁλίπαστον
δρύπεπα, καὶ ψαιστῶν τὴν νομίμην θυσίην,
σπονδὴν θ᾽, ἣν ἀσάλευτον ἀφύλισα, καὶ τὰ μελιχρὰ
σῦκα. σὺ δ᾽, ὡς νούσου, ῥύεο καὶ πενίης:
καὶ τότε βουθυτέοντὰ μ᾽ ἐσόψεαι. ἀλλὰ σύ, δαῖμον,
σπεύδοις ἀντιλαβεῖν τὴν ἀπ᾽ ἐμεῦ χάριτα. [p. 398]