crinagoras
δειλαίη, τί σε πρῶτον ἔπος, τί δὲ δεύτατον εἴπω;
δειλαίη: τοῦτ᾽ ἐν παντὶ κακῷ ἔτυμον.
οἴχεαι, ὦ χαρίεσσα γύναι, καὶ ἐς εἴδεος ὥρην
ἄκρα καὶ εἰς ψυχῆς ἦθος ἐνεγκαμένη.
πρώτη σοι ὄνομ᾽ ἔσκεν ἐτήτυμον ἦν γὰρ ἅπαντα
δεύτερ᾽ ἀμιμήτων τῶν ἐπὶ σοὶ χαρίτων.