anonymi epigrammatici
Εὐκτικάἤγειρεν ἡμῖν τῶν παθῶν τρικυμίαν
ἐχθρὸς κάκιστος, πνευματώσας τὸν σάλον,
ὅθεν ταράσσει καὶ βυθίζει καὶ βρέχει
τὸν φόρτον ἡμῶν ψυχικῆς τῆς ὁλκάδος:
ἀλλ᾽, ὦ γαλήνη καὶ στορεστὰ τῆς ζάλης,
σύ, Χριστέ, δείξαις ἀβρόχους ἁμαρτίας,
τῷ σῷ πρὸς ὅρμῳ προσφόρως προσορμίσας,
ἐχθρὸν δὲ τοῦτον συμφοραῖς βεβρεγμένον.