theaetetus
Ἰχθυβόλον πολυωπὲς ἀπ᾽ εὐθήρου λίνον ἄγρης,
τῶν τ᾽ ἀγκιστροδέτων συζυγίην δονάκων,
καὶ πιστὸν βυθίων παγίδων σημάντορα φελλόν,
καὶ λίθον ἀντιτύπῳ κρούσματι πυρσοτόκον,
ἄγκυρὰν τ᾽ ἐπὶ τοῖς ἐχενηίδα, δεσμὸν ἀέλλης,
στρεπτῶν τ᾽ ἀγκίστρων ἰχθυπαγῆ στόματα,
δαίμοσιν ἀγροδότῃσι θαλασσοπόρος πόρε Βαίτων,
γήραϊ νουσοφόρῳ βριθομένης παλάμης.