agathias scholasticus
ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ
δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη,
προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος: οἷα δὲ πύργος
ἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη:
καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου
κεῖτο χαλικρήτῳ νάματι βριθομένη.
ἔμπης οὔ μ᾽ ἐφόβησαν ἐπεὶ στρεπτῆρα θυρέτρου
χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος,
φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης
ἔσβεσα: καὶ διαδὺς λέχριος ἐν θαλάμῳ
τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον ἦκα δὲ λέκτρου
νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,
ὠρθούμην κατὰ βαιόν, ὅπη βατὸν ἔπλετο τεῖχος:
ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος,
μαζοὺς μὲν κρατέεσκον: ὑπεθρύφθην δὲ προσώπῳ,
μάστακα πιαίνων χείλεος εὐαφίῃ.
ἦν δ᾽ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα
σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.
οὔπω δ᾽ ἐξαλάπαξα φίλης πύργωμα κορείης,
ἀλλ᾽ ἔτ᾽ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.
ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα,
ναὶ τάχα πορθήσω τείχεα παρθενίης,
οὐ δ᾽ ἔτι με σχήσουσιν ἐπάλξιες. ἢν δὲ τυχήσω,
στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε. [p. 286]