dioscorides
Σάρδις Πεσσινόεντος ἀπὸ Φρυγὸς ἤθελ᾽ ἱκέσθαι
ἔκφρων, μαινομένην δοὺς ἀνέμοισι τρίχα,
ἁγνὸς Ἄτυς, Κυβέλης θαλαμηπόλος: ἄγρια δ᾽ αὐτοῦ
ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης,
ἑσπέριον στείχοντος ἀνὰ κνέφας: εἰς δὲ κάταντες
ἄντρον ἔδυ, νεύσας βαιὸν ἄπωθεν ὁδοῦ.
τοῦ δὲ λέων ὤρουσε κατὰ στίβον, ἀνδράσι δεῖμα
θαρσαλέοις, Γάλλῳ δ᾽ οὐδ᾽ ὀνομαστὸν ἄχος,
ὃς τότ᾽ ἄναυδος ἔμεινε δέους ὕπο, καί τινος αὔρῃ
δαίμονος ἐς στονοὲν τύμπανον ἧκε χέρας:
οὗ βαρὺ μυκήσαντος, ὁ θαρσαλεώτερος ἄλλων
τετραπόδων, ἐλάφων ἔδραμεν ὀξύτερον,
τὸν βαρὺν οὐ μείνας ἀκοῆς ψόφον ἐκ δὲ βόησεν:
μῆτερ, Σαγγαρίου χείλεσι πὰρ ποταμοῦ
ἱρὴν σοὶ θαλάμην, ζωάγρια, καὶ λαλάγημα
τοῦτο, τὸ θηρὶ φυγῆς αἴτιον, ἀντίθεμαι.