leonidas
αὔλια καὶ Νυμφέων ἱερὸς πάγος, αἳ θ᾽ ὑπὸ πέτρῃ
πίδακες, ἥ θ᾽ ὕδασιν γειτονέουσα πίτυς,
καὶ σὺ τετραγλώχιν, μηλοσσόε, Μαιάδος Ἑρμᾶ,
ὅς τε τὸν αἰγιβότην, Πάν, κατέχεις σκόπελον,
ἵλαοι τὰ ψαιστὰ τό τε σκύφος ἔμπλεον οἴνης
δέξασθ᾽, Αἰακίδεω δῶρα Νεοπτολέμου.